Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.5 Dem. 23.8 (English) >>Dem. 23.12

23.7εἰ μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει, τὸ τοιούτου, οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα, τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστʼ ἰδίαν παρὰ τοὺς νόμους, ἄν τι πάθῃ, τιμωρίαν αὐτῷ δεδωκέναι, ταῦτʼ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν, ἵνʼ εἰδῆτε πολλοῦ δεῖν ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί. νυνὶ δʼ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστʼ ἀδίκημα, δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι.

23.8ἀνάγκη δὲ ἐστὶ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτʼ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ἄνδρες Ἀθηναῖοι, τοῦτο, τὸ τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δʼ ὑπέρχεσθαι καὶ θεραπεύειν. 23.9τοῦτο τοίνυν, ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι, καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δʼ ἑνὶ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονταί σφισι τοῦτο γενέσθαι τὸ προβούλευμα, τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δʼ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες, ὡς ἐγὼ διδάξω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.5 Dem. 23.8 (English) >>Dem. 23.12

Powered by PhiloLogic